Την Δευτέρα 30
Σεπτεμβρίου και ώρα 21:00 - 00:30 θα πραγματοποιηθεί ιερή αγρυπνία στον Ιερό
Ναό Αγίου Αντωνίου του Νέου, προεξάρχοντος του Μητροπολίτη Βεροίας, Ναούσης και
Καμπανίας κ. Παντελεήμονος, επί τη εορτή της Αγίας Σκέπης.
Επίσης αγρυπνία θα
τελεστεί την ίδια ώρα και ημέρα στην Νάουσα, στον Ιερό Ναό Αγίου Μηνά, και στην
Αλεξάνδρεια στον Ιερό Ναό Κοιμήσεως Θεοτόκου.
Κατά την αγρυπνία
θα πραγματοποιηθεί προσευχή για την έξοδο της πατρίδος μας από την
οικονομική κρίση.
Στο τέλος της
ακολουθίας θα διαβαστεί ειδική ευχή του πρωτ. του Οικ. Θρ. Στυλιανού Μακρή.
Διαβάστε παρακάτω την ευχή υπέρ της εξόδου της πατρίδος μας από την οικονομική κρίση.
ΕΥΧΗ
ΔΙΑ ΤΗΝ
ΑΓΡΥΠΝΙΑΝ
τῆς 30ῆς
Σεπτεμβρίου 2011
(ὑπὸ Πρωτ.
Οἰκ. Θρ. Στυλιανού. Μακρή.)
Ὁ Διάκονος:
Ἔτι καὶ ἔτι, κλίνοντες τὰ γονατα,
τοῦ Κυρίου
δεηθῶμεν.
Ὁ Λαός: Κύριε,
ἐλέησον.
Ὁ Ἀρχιερεύς:
Κύριε Ἰησοῦ
Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ τὴν πτωχείαν ἐνδυσάμενος φύσιν τῶν βροτῶν, ἵνα αὐτὴν ἁγιάσῃς
ἐν τῷ πλουτισμῷ τῆς θείας Σου χάριτος, ὁ Ἕλλησί τισι πρὸ τοῦ σωτηριώδους Σου πάθους
βεβαιώσας ὅτι «Νῦν κρίσις τοῦ κόσμου ἐστι καὶ ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται
ἔξω», ὁ γενόμενος τῇ ἀπίστῳ καὶ διεστραμμένῃ καὶ μοιχαλίδι καὶ πονηρᾷ γενεᾷ
σημεῖον καθάπερ καὶ Ἰωνᾶς τοῖς Νινευΐταις, ἀλλὰ καὶ διελέγξας τὴν ἀπιστίαν τοῦ
παλαιοῦ Ἰσραήλ, λέγων «Ἕως πότε μεθ’ ὑμῶν ἔσομαι, ἕως πότε ἀνέξομαι ὑμῶν;», εἰσάκουσον
τῆς φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἀναξίων οἰκετῶν Σου ἐν τῷ δέεσθαι ἡμᾶς πρὸς Σέ,
ἐν τῷ αἴρειν ἡμᾶς χεῖρας ἡμῶν πρὸς ναὸν ἅγιόν Σου καὶ κλίνειν γόνυ καρδίας καὶ
σώματος, ὅτι ἠσθένησεν ἐν πτωχείᾳ ἡ ἰσχὺς ἡμῶν καὶ ἐν τῷ πελάγει βυθιζόμεθα τῆς
ἀπογνώσεως· ἐκρύψαμεν γὰρ ὡς δοῦλοι πονηροὶ τὸ τάλαντον τῆς σωφροσύνης καὶ τῆς
χρηστῆς διαχειρίσεως, ἐξαγοραζόμενοι ματαίως τὸν καιρὸν τῆς θειας Οἰκονομίας
Σου, ἀτάκτως περιπατοῦντες καὶ περιεργαζόμενοι, καὶ καθάπερ ὁ ἄφρων ἐκεῖνος πλούσιος
ἐπὶ τῇ τρυφῇ τῶν ὑλικῶν ἀπολαύσεων ἠλπίσαμεν, μὴ συνιέντες τοῦ ἀποστολικοῦ
ἐκείνου παραγγέλματος «ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις
ἀρκεσθησόμεθα». Ναί, Κύριε, πάντες ἐξεκλίναμεν τῆς ὁδοῦ Σου, ἅμα ἠχρειώθημεν,
οὐκ ἔστιν ἀληθῶς ὁ ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός, οὐκ ἔστι φόβος Σοῦ τοῦ
Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν ἡμῶν, διὰ τοῦτο καὶ πολλαὶ αἱ θλίψεις ἡμῶν, Ἀγαθέ,
καὶ διὰ τοῦτο ἐγενήθημεν ὄνειδος πρὸς πάντας τοὺς ἐχθροὺς ἡμῶν, ἀλλὰ καὶ φίλους.
Ἔγνωμεν ὅτι ἔδει ταῦτα πάντα γενέσθαι, ὅτι προεῖδον καὶ προέφησαν οἱ τῆς
Ὀρθοδοξίας ὅσιοι καὶ προορατικοὶ γέροντες, ἀλλ’ ἡμεῖς τὸν νοῦν ἐσκοτίσθημεν τῇ
τῶν ἀργυρίων θαμβώσει, ἄρχοντες καὶ λαὸς προκόπτοντες ἐπὶ τὸ χεῖρον, πλανῶντες
καὶ πλανώμενοι· Διὸ καὶ μεγάλῃ τῇ φωνῇ καὶ συντριβῇ καρδίας ὡς Νινευΐται βοῶμεν
Σοι, Δέσποτα· Ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν, ἀπέστημεν τῶν ἐντολῶν Σου.
Σπλαχνίσθητι οὖν ἐφ’ ἡμῖν τοῖς ἀσώτοις, τοῖς διασκορπίσασιν καὶ δαπανήσασι τὴν τῆς
πολιτείας οὐσίαν, νυνὶ δὲ τοῖς τῶν ἀναγκαίων ὑστερουμένοις καὶ λιμώττουσιν. Φιλανθρώπησον,
μετρίασον τὴν ὀργήν Σου καθ’ ἡμῶν, βοήθησον ἡμῖν τοῦ ἀντέχεσθαι τῶν πειρασμῶν
ἐν ταῖς ἡμέραις ταύταις τῆς δοκιμασίας, μή ποτε εἴπωσιν οἱ ἀσεβεῖς «Ποῦ ἐστιν ὁ
Θεός τῶν χριστιανῶν;» καὶ ἐξάγαγε ἡμᾶς εἰς πλατυσμόν· ἁμαρτίας ἀγνοίας ἡμῶν μὴ
μνησθῇς· λύτρωσαι ἡμᾶς ἐκ πασῶν τῶν ἀναγκῶν ἡμῶν· ἁνάστηθι, Κύριε, ὑψωθήτω ἡ
χείρ Σου, μὴ ἐπιλάθῃ ἡμῶν τῶν πενήτων Σου εἰς τέλος, διότι Σὺ εἶ ὁ εἰπὼν διὰ
τοῦ προφητάνακτος «Ἀπὸ τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ ἀπὸ τοῦ στεναγμοῦ τῶν
πενήτων νῦν ἀναστηθήσομαι, θήσομαι ἐν σωτηρίῳ, παῤῥησιάσομαι ἐν αὐτῷ»· ἴδε τὴν
ταπείνωσιν τῆς πτωχῆς Ἑλλάδος καὶ τὸν κόπον αὐτῆς, βοώσης «Κύριος ποιμαίνει με
καὶ οὐδέν με ὑστερήσει», ὅτι «Τὴν ἁμαρτίαν μου ἐγνώρισα καὶ τὴν ἀνομίαν μου οὐκ
ἐκάλυψα»· διασκέδασον βουλὰς τῶν ἐπαπειλούντων αὐτήν, δίκασον τοὺς ἀδικοῦντας
αὐτήν, ὅτι «δωρεὰν ἔκρυψαν αὐτῇ διαφθορὰν παγῖδος αὐτῶν καὶ μάτην ὀνειδίζουσιν
αὐτήν», καθότι «Μακάριον τὸν ἔθνος, οὗ ἐστιν Κύριος ὀ Θεὸς αὑτοῦ, λαός, ὃν
ἐξελέξατο εἰς κληρονομίαν Ἑαυτῷ»· κάθελε ὀφρὺν γεγαυρωμένων, ὑβριζόντων ἡμᾶς,
ἐπιγελώντων, χαιρεκάκων, ἀντιχρίστων, θελόντων ὡς λέοντες καταπιεῖν τὸ
εὐσεβέστατον γένος τῶν Ἑλλήνων καὶ ἀφανίσαι αὐτὸ ἀπὸ προσώπου γῆς· σόφισον τοὺς
κυβερνῶντας, τοὺς κρατοῦντας καὶ τοὺς ἄρχοντας εἰς τὸ εἰδέναι τὸν νόμον Σου καὶ
βουλεῦσαι τὰ ἀγαθὰ καὶ δίκαια, τὰ πρὸς τὸ συμφέρον τοῦ λαοῦ· φώτισον λαὸν
καθήμενον ἐν σκότει ἀπογνώσεως· πρόφθασον τοὺς ἀπηλπισμένους, λύσας αὑτῶν τὴν πρὸς
αὐτοχειρίαν ψυχοφθόρον σκοτοδίνην· ἐνίσχυσον τοὺς ἀνέργους, ἐμπλήσας τοὺς
οἴκους αὑτῶν σίτου, οἴνου καὶ ἐλαίου καὶ πάντων τῶν βιοτικῶν ἀγαθῶν, ἀλλὰ καὶ
τῆς ἀγαθωσύνης Σου, ὅτι «οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος» καὶ ὅτι «κρείσσων
ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν»· ἐπιτίμησον τὴν ἀπληστίαν τῶν
κερδοσκόπων· ἐπιβράβευσον τὴν εὐσπλαχνίαν τῶν φιλοπτώχων· ἐνίσχυσον, στήριξον
τοὺς ἱκέτας Σου, μὴ ἐπιλάθῃ τῆς φωνῆς ἡμῶν· «ταχὺ προκαταλαβέτωσαν ἡμᾶς οἱ
οἰκτιρμοί Σου, Κύριε, ὅτι ἐπτωχεύσαμεν σφόδρα»· ἐπίβλεψον ἐφ’ ἡμᾶς, τοὺς
συμβοῶντας καὶ ψάλλοντας «Πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες
τὸν Κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ»· εὔφρανον ἡμᾶς ἀνθ’ ὧν ἡμερῶν
ἐταπείνωσας ἡμᾶς καὶ ἐτῶν, ὧν εἴδομεν κακά· ἐλέησον τοῖς οἰκτιρμοῖς Σου ἅπαν τὸ
εὐσεβέστατον καὶ ἀνάδελφον ἔθνος ἡμῶν, παριδὼν τὰ πολλὰ καὶ δυσβάστακτα χρέη
τῶν ἁμαρτιῶν ἡμῶν, τῇ πρεσβείᾳ τῆς Πανάγνου Μητρός Σου, τῆς Προστάτιδος καὶ
Σκέπης καὶ Φοβερᾶς Προστασίας καὶ Ὑπερμάχου Στρατηγοῦ ἡμῶν καὶ Γοργοεπηκόου
Ἀειπαρθένου Μαρίας, τῶν φωτοειδῶν Ἀρχαγγέλων, τῶν ἁγίων ἱεραρχῶν, μαρτύρων,
ὁσίων, τῶν κατὰ τόπους ἐν Ἑλλάδι εὐαρεστησάντων Σε, καὶ πάντων Σου τῶν ἁγίων,
τῶν δοξαζόντων Σε σὺν τῷ Ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ Ἀγαθῷ καὶ Ζωοποιῷ
Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΑΜΗΝ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου
Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.