Πέμπτη 30 Μαρτίου 2017

Ο Ακάθιστος Ύμνος




Ὁ Ἀκάθιστος Ὕμνος εἶναι «Κοντάκιον». «Κοντάκια» παλαιότερα ἐλέγοντο ὁλόκληροι ὕμνοι, ἀνάλογοι πρὸς τοὺς «Κανόνες». Ἡ ὀνομασία ὀφείλεται μᾶλλον στὸ κοντὸ ξύλο ἐπὶ τοῦ ὁποίου ἐτυλίσσετο ἡ μεμβράνη ποὺ περιεῖχε τὸν ὕμνο. Τὸ πρῶτο τροπάριο ἐλέγετο «προοίμιο» ἢ «κουκούλιο» καὶ τὰ ἀκολουθοῦντα ἐλέγοντο «οἶκοι», ἴσως διότι ὁλόκληρος ὁ ὕμνος θεωρεῖτο ὡς σύνολο οἰκοδομημάτων ἀφιερωμένων στὴ μνήμη κάποιου ἁγίου. Κοντάκιο λέγεται συνήθως σήμερα τὸ πρῶτο τροπάριο ἑνὸς τέτοιου ὕμνου.
Ὁ Ἀκάθιστος Ὕμνος περιέχει προοίμιο καὶ 24 «οἴκους». Τὸ προοίμιό του σήμερα εἶναι τό: «Τὴ Ὑπερμάχω Στρατηγῶ».
Ἡ «ἀκροστιχίδα» τοῦ ὕμνου εἶναι ἀλφαβητική, δηλαδὴ ἀκολουθεῖ τὴ σειρὰ τῶν γραμμάτων Α΄, Β΄, Γ΄, Δ΄ ἕως Ω΄.
 «Ἐφύμνιο» λέγεται ἡ τελευταία φράσις τοῦ ὕμνου ποὺ ἐπαναλαμβάνει ὁ λαός.  «Ἐφύμνια» ὁ Ἀκάθιστος Ὕμνος ἔχει δυό: Τὸ «Χαῖρε, Νύφη ἀνύμφευτε» στοὺς περιττοὺς «οἴκους» (1,3,5,7,κτλ) καὶ τὸ «Ἀλληλούϊα» στοὺς ἀρτίους (2,4,6,8 κτλ).
Ὁ Ἀκάθιστος Ὕμνος ἀρχίζει μὲ τὸν Εὐαγγελισμὸ τῆς Θεοτόκου καὶ ἔπειτα ἀναφέρεται σὲ ἄλλα γεγονότα, ὅπως τῆς σαρκώσεως τοῦ Ποιητὴς ποὺ νὰ μὴν ἐπιδέχεται ἀντιρρήσεις δὲν δόθηκε μέχρι σήμερα. Οἱ περισσότεροι θεωροῦν τὸν Ὕμνο ὡς ἔργο τοῦ Ρωμανοῦ τοῦ Μελῳδοῦ.
Κατὰ τὸ ἔτος 626 ἡ Κωνσταντινούπολη πολιορκήθηκε ἀπὸ τοὺς Πέρσες καὶ Ἀβάρους. Ὁ βασιλέας Ἡράκλειος ἀπουσίαζε στὴ Μικρὰ Ἀσία σὲ πόλεμο κατὰ τῶν Περσῶν. Τότε ὁ φρούραρχος Βῶνος μαζὶ μὲ τὸν Πατριάρχη Σέργιο ἀνέλαβαν τὴν ὑπεράσπιση τῆς αὐτοκρατορίας. Ὁ Πατριάρχης περιέτρεχε τὴ πόλη μὲ τὴν εἰκόνα τῆς Παναγίας καὶ ἐνεθάρρυνε τὰ πλήθη καὶ τοὺς μαχητές. Ξαφνικὰ ἔγινε φοβερὸς ἀνεμοστρόβιλος ποὺ κατέστρεψε τὸν ἐχθρικὸ στόλο καὶ τὴ νύκτα τῆς 7ης πρὸς τὴν 8η Αὐγούστου, ἀναγκάσθηκαν νὰ φύγουν ἄπρακτοι. Ὁ λαὸς πανηγυρίζοντας τὴ σωτηρία του, συγκεντρώθηκε στὸ Ναὸ τῆς Παναγίας τῶν Βλαχερνῶν καὶ ὅλοι ὄρθιοι ἔψαλλαν τὸν ἀπὸ τότε λεγόμενο «Ἀκάθιστο» Ὕμνο στὴν Παναγία, ἀποδίδοντας τὰ «νικητήρια» καὶ τὴν εὐγνωμοσύνη τους στὴν «Ὑπερμάχω Στρατηγῶ».
Ὁ Ἀκάθιστος Ὕμνος ψάλλεται ἀπὸ τότε τμηματικὰ στὶς πρῶτες τέσσερις Παρασκευὲς τῆς Μεγάλης Σαρακοστῆς καὶ ὁλόκληρος τὴν Πέμπτη ἑβδομάδα τῶν Νηστειῶν. 
Ὁ Ἀκάθιστος Ὕμνος εἶναι ἕνα ἀριστούργημα τῆς παγκοσμίου θρησκευτικῆς ποιήσεως καὶ δημοφιλέστατος.


Ἄγγελος πρωτοστάτης,
ο
ὐρανόθεν ἐπέμφθη,
ε
ἰπεῖν τῇ Θεοτόκω τὸ Χαῖρε·
κα
ὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ,
σωματούμενόν σε θεωρ
ῶν, Κύριε,
ἐξίστατο καὶ ἵστατο,
κραυγάζων πρ
ὸς Αὐτὴν τοιαῦτα·
Χα
ῖρε, δ' ἧς ἡ χαρὰ ἐκλάμψει,
χα
ῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει.
Χα
ῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις,
χα
ῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χα
ῖρε, ὕψος δυσανάβατον ἀθρωπίνοις λογισμοῖς,
χα
ῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς.
Χα
ῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα,
χα
ῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χα
ῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον,
χα
ῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χα
ῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις,
χα
ῖρε, δι' ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.

Βλέπουσα
ἡ Ἁγία,
ἑαυτήν ἐν ἁγνείᾳ,
φησ
ὶ τῷ Γαβριὴλ θαρσαλέως·
τ
ὸ παράδοξόν σου τῆς φωνῆς,
δυσπαράδεκτόν μου τ
ῇ ψυχῇ φαίνεται·
ἀσπόρου γὰρ συλλήψεως,
τ
ὴν κύησιν πὼς λέγεις κράζων·
Ἀλληλούια.

Γν
ῶσιν ἄγνωστον γνῶναι,
ἡ Παρθένος ζητοῦσα,
ἐβόησε πρὸς τὸν λειτουργοῦντα·
ἐκ λαγόνων ἁγνῶν,
υ
ἷον πῶς ἔσται τεχθῆναι δυνατόν;
λέξον μοι.
Πρ
ὸς ἥν ἐκεῖνος ἔφησεν ἐν φόβῳ,
πλ
ὴν κραυγάζων οὕτω·
Χα
ῖρε, βουλῆς ἀπορρήτου μύστις,
χα
ῖρε, σιγῆς δεομένων πίστις.
Χα
ῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον,
χα
ῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.
Χα
ῖρε, κλῖμαξ ἐπουράνιε, δι' ἧς κατέβη ὁ Θεός,
χα
ῖρε, γέφυρα μετάγουσα ἀπὸ γῆς πρὸς οὐρανόν.
Χα
ῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα,
χα
ῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χα
ῖρε, τὸ φῶς ἀρρήτως γεννήσασα,
χα
ῖρε, τὸ πῶς μηδένα διδάξασα.
Χα
ῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν,
Χα
ῖρε, πιστῶν καταυγάζουσα φρένας.
Χα
ῖρε, Νύμφη Ἀνύμφευτε.

Δύναμις το
ῦ Ὑψίστου,
ἐπεσκίασε τότε,
πρ
ὸς σύλληψιν τῇ Ἀπειρογάμω·
κα
ὶ τὴν εὔκαρπον ταύτης νηδύν,
ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι,
το
ῖς θέλουσι θερίζειν σωτηρίαν,
ἐν τῷ ψάλλειν οὕτως·
Ἀλληλούια.

Ἔχουσα θεοδόχον,
ἡ Παρθένος τὴν μήτραν,
ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ.
Τ
ὸ δὲ βρέφος ἐκείνης εὐθὺς ἐπιγνόν,
τ
ὸν ταύτης ἀσπασμὸν ἔχαιρε,
κα
ὶ ἅλμασιν ὡς ἄσμασιν,
ἐβόα πρὸς τὴν Θεοτόκον·
Χα
ῖρε, βλαστοῦ ἀμάραντου κλῆμα,
χα
ῖρε, καρποῦ ἀκήρατου κτῆμα.
Χα
ῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον,
χα
ῖρε, φυτουργὸν τῆς ζωῆς ἠμῶν φύουσα,
Χα
ῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν,
χα
ῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χα
ῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις,
χα
ῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χα
ῖρε, δεκτὸν πρεσβείας θυμίαμα,
χα
ῖρε, παντός τοῦ κόσμου ἐξίλασμα.
Χα
ῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία,
χα
ῖρε, θνητῶν πρὸς Θεὸν παρρησία.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.

Ζάλην
ἔνδοθεν ἔχων,
λογισμ
ῶν ἀμφιβόλων,
ὁ σώφρων Ἰωσὴφ ἐταράχθη·
πρ
ὸς τὴν ἄγαμόν σὲ θεωρῶν,
κα
ὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε·
μαθ
ὼν δέ σου τὴν σύλληψιν,
ἐκ Πνεύματος Ἁγίου,
ἔφη·
Ἀλληλούια.

Ἤκουσαν oἱ ποιμένες,
τ
ῶν Ἀγγέλων ὑμνούντων,
τ
ὴν ἔνσαρκον Χριστοῦ παρουσίαν·
κα
ὶ δραμόντες ὡς πρὸς ποιμένα,
θεωρο
ῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον,
ἐν γαστρὶ τῆς Μαρίας βοσκηθέντα,
ἥν ὑμνοῦντες εἶπον·
Χα
ῖρε, Ἀμνοῦ καὶ Ποιμένος Μῆτερ,
χα
ῖρε, αὐλὴ λογικῶν προβάτων.
Χα
ῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον,
χα
ῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
Χα
ῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ,
χα
ῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χα
ῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα,
χα
ῖρε, τῶν Ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Χα
ῖρε, στερρὸν τῆς πίστεως ἔρεισμα,
χα
ῖρε, λαμπρὸν τῆς Χάριτος γνώρισμα.
Χα
ῖρε, δι' ἧς ἐγυμνώθη ὁ Ἅδης,
χα
ῖρε, δι' ἧς ἐνεδύθημεν δόξαν.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.

Θεοδρόμον
ἀστέρα,
θεωρήσαντες Μάγοι,
τ
ῇ τούτου ἠκολούθησαν αἴγλῃ·
κα
ὶ ὡς λύχνον κρατοῦντες αὐτόν,
δι' α
ὐτοῦ ἠρεύνων κραταιὸν Ἄνακτα,
κα
ὶ φθάσαντες τὸν ἄφθαστον,
ἐχάρησαν αὐτῷ βοῶντες·
Ἀλληλούια.

Ἴδον παῖδες Χαλδαίων,
ἐν χερσὶ τῆς Παρθένου,
τ
ὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους·
κα
ὶ Δεσπότην νοοῦντες αὐτόν,
ε
ἰ καὶ δούλου μορφὴν ἔλαβεν,
ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι,
κα
ὶ βοῆσαι τῇ Εὐλογημένῃ·
Χα
ῖρε, ἀστέρος ἀδύτου Μήτηρ,
χα
ῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χα
ῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα,
χα
ῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.
Χα
ῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς,
χα
ῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χα
ῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας,
χα
ῖρε, ἢ τοῦ βορβόρου ρυομένη τῶν ἔργων.
Χα
ῖρε πυρὸς προσκύνησιν παύσασα,
χα
ῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα.
Χα
ῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης,
χα
ῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.

Κήρυκες θεοφόροι,
γεγονότες ο
ἱ Μάγοι,
ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα,
ἐκτελέσαντές σου τὸν χρησμόν,
κα
ὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν,
ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη,
μ
ὴ εἰδότα ψάλλειν·
Ἀλληλούια.

Λάμψας
ἐν τῇ Αἰγύπτῳ,
φωτισμ
ὸν ἀληθείας ἐδίωξας,
το
ῦ ψεύδους τὸ σκότος·
τ
ὰ γὰρ εἴδωλα ταύτης Σωτήρ,
μ
ὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν,
ο
ἱ τούτων δὲ ρυσθέντες,
ἐβόων πρὸς τὴν Θεοτόκον·
Χα
ῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων,
χα
ῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χα
ῖρε, τὴν ἀπάτης τὴν πλάνην πατήσασα,
χα
ῖρε, τῶν εἰδώλων τὴν δόξαν ἐλεγξασα.
Χα
ῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν,
χα
ῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωὴν.
Χα
ῖρε, πύρινε στῦλε ὁδηγῶν τοὺς ἐν σκότει,
χα
ῖρε, σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης.
Χα
ῖρε, τροφὴ τοῦ μάνα διάδοχε,
χα
ῖρε, τρυφῆς ἁγίας διάκονε.
Χα
ῖρε, ἡ γῆ τῆς ἐπαγγελίας,
χα
ῖρε, ἐξ ἧς ρέει μέλι καὶ γάλα.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.

Μέλλοντος Συμε
ῶνος,
το
ῦ παρόντος αἰῶνος,
μεθίστασθαι το
ῦ ἀπατεῶνος,
ἐπεδόθης ὡς βρέφος αὐτῷ,
ἀλλ' ἐγνώσθης τούτω καὶ Θεὸς τέλειος·
διόπερ
ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν,
κράζων·
Ἀλληλούια.

Νέαν
ἔδειξε κτίσιν,
ἐμφανίσας ὁ Κτίστης,
ἡμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις·
ἐξ ἀσπόρου βλαστήσας γαστρός,
κα
ὶ φυλάξας ταύτην,
ὥσπερ ἦν ἄφθορον,
ἵνα τὸ θαῦμα βλέποντες,
ὑμνήσωμεν αὐτὴν βοῶντες·
Χα
ῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας,
χα
ῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
Χα
ῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα,
χα
ῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χα
ῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί,
χα
ῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὗ σκέπονται πολλοί.
Χα
ῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις,
χα
ῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Χα
ῖρε, Κριτοῦ δικαίου δυσώπησις,
χα
ῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χα
ῖρε, στολὴ τῶν γυμνῶν παρρησίας,
χα
ῖρε, στοργὴ πάντα πόθον νικῶσα.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.

Ξένον τόκον
ἰδόντες,
ξενωθ
ῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες·
δι
ὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός,
ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος·
βουλόμενος
ἑλκύσαι πρὸς τὸ ὕψος,
το
ὺς αὐτῷ βοώντας·
Ἀλληλούια.

Ὅλως ἦν ἐν τοῖς κάτω,
κα
ὶ τῶν ἄνω οὐδόλως ἀπῆν,
ὁ ἀπερίγραπτος Λόγος·
συγκατάβασις γ
ὰρ θεϊκή,
ο
ὐ μετάβασις τοπικὴ γέγονε,
κα
ὶ τόκος ἐκ Παρθένου θεολήπτου,
ἀκουούσης ταῦτα·
Χα
ῖρε, Θεοῦ ἀχωρήτου χώρα,
χα
ῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χα
ῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα,
χα
ῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χα
ῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβείμ,
χα
ῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφείμ.
Χα
ῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα,
χα
ῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.
Χα
ῖρε, δι' ἧς ἐλύθη παράβασις,
χα
ῖρε, δι' ἧς ἠνοίχθη παράδεισος.
Χα
ῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας,
χα
ῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.

Π
ᾶσα φύσις Ἀγγέλων,
κατεπλάγη τ
ὸ μέγα,
τ
ῆς σῆς ἐνανθρωπήσεως ἔργον·
τ
ὸν ἀπρόσιτον γὰρ ὡς Θεόν,
ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον,
ἡμῖν μὲν συνδιάγοντα,
ἀκούοντα δὲ παρὰ πάντων οὕτως·
Ἀλληλούια.

Ρήτορας πολυφθόγγους,
ὡς ἰχθύας ἀφώνους,
ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε·
ἀποροῦσι γὰρ λέγειν,
τ
ὸ πῶς καὶ Παρθένος μένεις,
κα
ὶ τεκεῖν ἴσχυσας·
ἡμεῖς δὲ τὸ μυστήριο ν θαυμάζοντες,
πιστ
ῶς βοῶμεν·
Χα
ῖρε, σοφίας Θεοῦ δοχεῖον,
χα
ῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χα
ῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα,
χα
ῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χα
ῖρε, ὅτὶ ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί,
χα
ῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.
Χα
ῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα,
χα
ῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα.
Χα
ῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα,
χα
ῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χα
ῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι,
χα
ῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.

Σ
ῶσαι θέλων τὸν κόσμον,
ὁ τῶν ὅλων κοσμήτωρ,
πρ
ὸς τοῦτον αὐτεπάγγελτος ἦλθε·
κα
ὶ ποιμὴν ὑπάρχων ὡς Θεός,
δι'
ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος·
ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας,
ὡς Θεὸς ἀκούει·
Ἀλληλούια.

Τε
ῖχος εἶ τῶν παρθένων,
Θεοτόκε Παρθένε,
κα
ὶ πάντων τῶν εἰς σὲ προστρεχόντων.
Ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς,
κατεσκεύασέ σε ποιητής,
Ἄχραντε,
ο
ἰκήσας ἐν τῇ μήτρα σου,
κα
ὶ πάντας σοι προσφωνεῖν διδάξας·
Χα
ῖρε, ἡ στήλη τῆς παρθενίας,
χα
ῖρε, ἡ πύλη τῆς σωτήριας.
Χα
ῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως,
χα
ῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Χα
ῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς,
χα
ῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν.
Χα
ῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα,
χα
ῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χα
ῖρε, παστάς ἀσπόρου νυμφεύσεως,
χα
ῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα.
Χα
ῖρε, καλὴ κουροτρόφε παρθένων,
χα
ῖρε, ψυχῶν νυμφοστόλε ἁγίων.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.

Ὕμνος ἅπας ἡττᾶται,
συνεκτείνεσθαι σπεύδων,
τ
ῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου·
ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ὠδάς,
ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε,
ο
ὐδὲν τελοῦμεν ἄξιον,
ὧν δέδωκας ἡμῖν τοῖς σοὶ βοῶσιν·
Ἀλληλούια.

Φωτοδόχον λαμπάδα,
το
ῖς ἐν σκότει φανεῖσαν,
ὁρῶμεν τὴν ἁγίαν Παρθένον·
τ
ὸ γὰρ ἄυλον ἅπτουσα φῶς,
ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας,
α
ὐγῇ τὸν νοῦν φωτίζουσα,
κραυγ
ῇ δὲ τιμωμένη ταῦτα·
Χα
ῖρε, ἀκτὶς νοητοῦ ἡλίου,
χα
ῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.
Χα
ῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα,
χα
ῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα.
Χα
ῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν,
Χα
ῖρε, ὅτι τὸν πολύρρυτον ἀναβλύζεις ποταμόν.
Χα
ῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον,
χα
ῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ρύπον.
Χα
ῖρε, λουτὴρ ἔκπλυνων συνείδησιν,
χα
ῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.
Χα
ῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας,
χα
ῖρε, ζωὴ μυστικῆς εὐωχίας.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.

Χάριν δο
ῦναι θελήσας,
ὀφλημάτων ἀρχαίων,
ὁ πάντων χρεωλύτης ἀνθρώπων,
ἐπεδήμησε δι’ἑαυτοῦ,
πρ
ὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ Χάριτος·
κα
ὶ σχίσας τὸ χειρόγραφον,
ἀκούει παρὰ πάντων οὕτως·
Ἀλληλούια.

Ψάλλοντές σου τ
ὸν τόκον,
ἀνυμνοῦμέν σε πάντες,
ὡς ἔμψυχον ναόν, Θεοτόκε.
Ἐν τῇ σῇ γὰρ οὶκήσας γαστρί,
ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος,
ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοὶ πάντας·
Χα
ῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου,
χα
ῖρε, Ἁγία ἁγίων μείζων.
Χα
ῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι,
χα
ῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε.
Χα
ῖρε, τίμιον διάδημα βασιλέων εὐσεβῶν,
χα
ῖρε, καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν.
Χα
ῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος,
χα
ῖρε, τῆς Βασιλείας τὸ ἀπόρθητον τεῖχος.
Χα
ῖρε, δι' ἧς ἐγείρονται τρόπαια,
χα
ῖρε, δι' ἧς ἐχθροὶ καταπίπτουσι.
Χα
ῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία,
χα
ῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.

Ὦ πανύμνητε Μῆτερ,
ἡ τεκοῦσα τὸν πάντων ἁγίων,
ἁγιώτατον Λόγον·
δεξαμένη γ
ὰρ τὴν νῦν προσφοράν,
ἀπὸ πάσης ρῦσαι συμφορᾶς ἅπαντας,
κα
ὶ τῆς μελλούσης λύτρωσαι κολάσεως,
το
ὺς σοὶ βοῶντας·
Ἀλληλούια.

Ἀπολυτίκιον. Ἦχος πλ. δ’. Αὐτόμελον.
Τ
ὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ· Ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί· ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι· Χαῖρε Νύμφη Ἀνύμφευτε.

Κοντάκιον. Ἦχος πλ. δ’. Αὐτόμελον.
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια
Ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια
Ἀναγράφω σοι ἡ πόλις σου Θεοτόκε.
Ἀλλ’ ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον
Ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον,
Ἴνα κράζω σοι· Χαῖρε Νύμφη Ἀνύμφευτε.

Μεγαλυνάριον.
Ὕμνοις ἐν αΰπνοις οἱ εὐσεβεῖς, ἀκαθίστῳ στάσει, ἀνυμνοῦμεν πανευλαβῶς, τὴν πρὸς τὸν λαόν σου, θερμήν σου προστασίαν, Παρθένε Θεοτόκε, ἡμῶν βοήθεια.


πηγή:εδώ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου

Σημείωση: Μόνο ένα μέλος αυτού του ιστολογίου μπορεί να αναρτήσει σχόλιο.

Related Posts Plugin for WordPress, Blogger...