Πρωτοπρεσβυτέρου τοῦ
Οἰκουμενικοῦ Θρόνου
Στυλιανοῦ Μακρῆ, Δρος
Θ.-Ἀρχιερατικοῦ Ἐπιτρόπου Βεροίας
"Εἰρήναρχε, Εἰρηνοφύλαξ καὶ Εἰρηνοποιὲ
Λόγε τοῦ Οὐρανίου Πατρός, Ἰησοῦ Χριστέ, ὁ Ἄρχων τῆς εἰρήνης τοῦ κόσμου, ἧς οὐκ
ἔστιν ὅριον, ὁ ἑνώσας ἐν τῷ προσώπῳ Σου τὰ τὸ πρὶν διεστῶτα, Θεόν τε καὶ
ἄνθρωπον, ὁ ἐν τῷ θανάτῳ Σου ὅπλῳ εἰρήνης, καταλλαγῆς ἀμφιπλήγῳ μαχαίρᾳ, πλήξας
τὸν πολέμιον ἐχθρὸν τῶν βροτῶν, ὁ ἐν τῇ Σῇ Ἀναστάσει εἰς ἑνὸς Σώματος κοινωνίαν
καὶ μετοχὴν καὶ εἰς μιᾶς μάνδρας ἀδελφοποιοῦς καὶ φιλεταίρου, τουτέστιν τῆς
Ἁγίας Ἐκκλησίας Σου, ἁρμογὴν τε καὶ ἕνωσιν ἔθνη καὶ φυλὰς τῆς οἰκουμένης
καλέσας, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δούλων Σου δεομένων καὶ ποίησον ἡμᾶς τὴν μὲν
ἐχθρίαν παροπλισθῆναι, τὴν δὲ φιλαδελφίαν καθοπλισθῆναι, ἵνα τὴν εὐποιΐαν τῆς ὁπλοποιΐας ἀντικαταλλαξάμενοι, εἰς ομόνοιαν τὴν διχόνοιαν μεταβάλωμεν.